Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.277 Joseph. AJ 11.281 (English) >>Joseph. AJ 11.286

11.279ἐγὼ δὲ τοὺς ὑπὸ τοῦ ἀλιτηρίου πρὸς ἀπώλειαν ἐκδοθέντας Ἰουδαίους οὐ πονηροὺς κατανοήσας, ἀλλὰ τὸν ἄριστον πολιτευομένους τρόπον καὶ τῷ θεῷ προσανέχοντας, ὃς ἐμοί τε καὶ τοῖς προγόνοις ἡμῶν τὴν βασιλείαν διεφύλαξεν, οὐ μόνον ἀπολύω τῆς ἐκ τῶν προαπεσταλμένων τιμωρίας, οἷς ποιήσετε καλῶς μὴ προσέχοντες, 11.280ἀλλὰ καὶ τιμῆς αὐτοὺς ἁπάσης τυγχάνειν βούλομαι, καὶ τὸν ταῦτα κατʼ αὐτῶν μηχανησάμενον πρὸ τῶν πυλῶν τῶν ἐν Σούσοις ἀνεσταύρωσα μετὰ τῆς γενεᾶς, τοῦ πάντα ἐφορῶντος θεοῦ ταύτην αὐτῷ τὴν δίκην ἐπιβαλόντος. 11.281κελεύω δὲ ὑμᾶς τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ἐκθέντας εἰς ἅπασαν τὴν βασιλείαν τοὺς Ἰουδαίους ἀφεῖναι τοῖς ἰδίοις νόμοις χρωμένους ζῆν μετʼ εἰρήνης καὶ βοηθεῖν αὐτοῖς, ὅπως τοὺς ἐν οἷς ἠτύχησαν καιροῖς ἀδικήσαντας αὐτοὺς ἀμύνωνται, τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνός, ὅς ἐστιν Ἄδαρ, τῇ αὐτῇ ἡμέρᾳ· 11.282ταύτην γὰρ αὐτοῖς θεὸς ἀντὶ ὀλεθρίας σωτήριον πεποίηκεν. ἔστι δʼ ἀγαθὴ τοῖς εὐνοοῦσιν ἡμῖν ὑπόμνησις δὲ τῆς τῶν ἐπιβουλευσάντων κολάσεως. 11.283εἰδέναι μέντοι γε βούλομαι καὶ πόλιν καὶ πᾶν ἔθνος, ἐὰν τῶν γεγραμμένων τινὸς παρακούσῃ, ὅτι καὶ πυρὶ καὶ σιδήρῳ δαπανηθήσεται. τὰ μέντοι γεγραμμένα προτεθήτω καθʼ ὅλης τῆς ἡμῖν ὑπηκόου χώρας, καὶ παρασκευαζέσθωσαν πάντως εἰς τὴν προγεγραμμένην ἡμέραν, ἵνα τοὺς ἐχθροὺς μετέλθωσιν.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.277 Joseph. AJ 11.281 (English) >>Joseph. AJ 11.286

Powered by PhiloLogic